< : <    

Βατραχομυομαχία


[Pseudo-Homer]. Βατραχομυομαχία / Batrachomyomachia, ca. 100 a. Chr. n.

Textus: Pseudo-Homer, Der Froschmäusekrieg. Theodoros Prodromos, Der Katzenmäusekrieg / Griechisch und Deutsch, ed. Helmut Ahlborn. Akademie-Verlag, Berlin (DDR) 1968/1978.

Versio electronica: Bibliotheca Augustana.


Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος

ἐλδεῖν εἰς ἐμὸν ἧτορ ἐπεύχομαι εἵνεκ' ἀοιδῆς,

ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,

δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,

 

5

εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι

πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,

γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,

ὡς λόγος ἐν θνητοῖσιν ἔην. τοίην δ' ἔχεν ἀρχήν·

 

Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας

10

πλησίον ἐν λίμνηι λίχνον παρέθηκε γένειον,

ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε

λιμνόχαρις πολύφημος, ἔπος δ' ἐφθέγξατο τοῖον·

 

Ξεῖνε τίς εἶ; πόδεν ἦλθες ἐπ' ἠϊόνας; τίς ὁ φυσάς;

πάντα δ' ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.

15

εἰ γάρ σε γνοίην φίλον ἄξιον, ἐς δόμον ἄξω·

δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.

εἰμὶ δ' ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην

τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·

καί με πατὴρ Πηλεὺς ἀνεδρέψατο, Ὑδρομεδούσηι

20

μιχθεὶς ἐν φιλότητι παρ' ὄχθας Ἠριδανοῖο.

καὶ σὲ βλέπω καλόν τε καὶ ἄλκιμον ἔζοχον ἄλλων,

σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισιν μαχητὴν

ἔμμεναι· ἀλλ' ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.

 

Τὸν δ' αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·

25

Τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ' ἐν ἅπασιν

ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηυοῖς.

Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος

Τρωζάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ

Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.

30

γείνατο δ' ἐν καλύβηι με καὶ ἔκρυψ' ἐννεμέθεσθαι

σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.

πῶς δὲ φίλον ποιῆι με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;

σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε

ὅσσα παρ' ἀνθρώποις τρώγειν ἔδος· οὐδέ με λήθει

35

ἄρτος τρισκοπάνιστος ἀπ' εὐκύκλου κανέοιο,

οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,

οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,

οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,

οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,

40

οὐδ' ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,

41

κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαπτοῖσιν.

53

οὐ τρώγω ῥαφᾶνους, οὐ κράμβας, οὐ καλοκύνθας,

οὐ πράσσοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·

55

ταῦτα γὰρ ὑμέτερ' ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.

 

Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·

Ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν

πολλὰ μάλ' ἐν λίμνηι καὶ ἐπὶ χθονὶ θαύματ' ἰδέσθαι.

ἀμφίβιον γὰρ ᾿έδωκε νομὴν βατράχοισι Κρονίων,

60

σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι·

62

εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·

βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ' ὀλίσθηις,

ὅππως γηθόσυνος πρὸς ἐμὸν δόμον εἰσαφίκηαι.

 

65

Ὣς ἄρ' ἔφη καὶ νῶτ' ἐδίδου· ὁ δ' ἔβαινε τάχιστα

χεῖρας ἔχων τρυφεροῖο κατ' αὐχένος ἅμματι κούφωι.

καὶ πρῶτον μὲν ἔχαιρεν ὅτ' ἔβλεπε γείτονας ὅρμους,

νήξει τερπόμενος Φυσιγνάθου· ἀλλ' ὅτε δή ῥα

κύμασι πορφυρέοις ἐπεκλύζετο, πολλὰ δακρύων

70

ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας,

καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἥτορ

πάλλετ' ἀηθείηι καὶ ἐπὶ χθόνα βούλεθ' ἱκέσθαι·

δεινὰ δ' ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκηι.

οὐρὴν πρῶτ' ἐπελάσσεν ἐφ' ὕδασιν ἠύτε κώπην

75

σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι

ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ' ἐβώστρει·

καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τ' ἀγόρευσεν·

 

Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος

ταῦρος ὅτ' Εὐρώπην διὰ κύματος ἦγ' ἐπὶ Κρήτην

80

ὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον

βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῶι.

 

Ὕλλος δ' ἐξαπίνης ἀνεφαίνετο, πικρὸν ὅραμα

πᾶσιν ὁμῶς· ὀρθὸν δ' ὑπὲρ ὕδατος εἶχε τράχηλον.

τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας

85

οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν.

δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.

κεῖνος δ' ὡς ἀφέθη, πέσεν ὕπτιος εὐδὺς ἐφ' ὕδωρ,

καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.

πολλάκι μὲν κατέδυνεν ὑφ' ὕδατι, πολλάκι δ' αὖτε

90

λακτίζων ἀνέδυνε· μόρον δ' οὐκ ἦν ὑπαλύξαι.

δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ' αὐτόν·

ὕδασι δ' ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·

 

Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,

ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.

95

οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε

παγκρατίωι τε πάληι τε καὶ εἰς δρόμον· ἀλλά πλανήσας

97

εἰς ὕδωρ μ' ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.

 

99

Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν

100

Λειχοπίναξ ὄχδηισιν ἐφεζόμενος μαλακῆισιν·

δεινὸν δ' ἐξολόλυξε, δραμὼν δ' ἤγγειλε μύεσσιν.

ὡς δ' ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.

καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευον ὑπ' ὄρθρον

κηρύσσειν ἀγορὴν ἐς δώματα Τρωξάρταο,

105

πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην

ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ' ὄχθαις

ἦν ἤδη τλήμων, μέσσωι δ' ἐπενήχετο πόντωι.

ὡς δ' ἦλθον σπεύδοντες ἅμ' ἠοῖ, πρῶτος ἀνέστη

Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·

 

110

Ὦ φίλοι, εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα

ἐκ βατράχων· ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.

εἰμὶ δ' ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα·

καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα

ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.

115

τὸν δ' ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν

116

καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,

118

ὁ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῆι,

τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.

120

ἀλλ' ἄγεθ' ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ' αὐτούς.

 

122

Ταῦτ' εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας·

124

κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,

125

ῥήξαντες κυάμους χλωρούς, εὖ δ' ἀσκήσαντες,

οὓς αὐτοὶ διὰ νυκτός ἐπιστάντες κατέτρωξαν.

θώρηκας δ' εἶχον καλαμορραφέων ἀπὸ βυρσῶν,

οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.

ἀσπὶς δ' ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη

130

εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος·

ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.

 

Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· - ὡς δ' ἐνόησαν

βάτραχοι, ἐξανέδυσαν ἀφ' ὕδατος, ἐς δ' ἕνα χῶρον

ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.

135

σκεπτομένων δ' αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος,

κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,

Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,

ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·

 

Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν

140

εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε.

εἶδον γὰρ καθ' ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν

ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.

 

Ὣς εἰπὼν ἀπέφηνε· λόγος δ' εἰς οὔατ' ἀμύμων

145

εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγέρωχων·

μεμφομένων δ' αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·

 

Ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον

ὀλλύμενον· πάντως δ' ἐπνίγη παίζων παρὰ λίμνην,

νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι

150

νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ' ἄγε βουλὴν

ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.

τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·

σώματα κοσμήσαντες ἔνοπλοι στῶμεν ἅπαντες

ἅκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χώρος·

155

ἡνίκα δ' ὁρμηθέντες ἐφ' ἡμέας ἐξέλθωσι,

δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθηι,

ἐς λίμνην αὐτοὺς σὺν ἐκείνωι' εὐθὺ βάλωμεν.

οὕτω γὰρ πνίξαντες ἐκείνους τοὺς ἀκολύμβους

στήσομεν εὐθύμος τὸ μυοκτόνον ὧδε τρόπαιον.

 

160

῝Ως εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας·

φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,

θώρηκας δ' εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,

φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,

ἔγχος δ' ὀξύσχοινος ἑκάστωι μακρὸς ἀρήρει,

165

καὶ ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.

φραξάμενοι δ' ἔστησαν ἐπ' ὄχθαις ὑψηλαῖσι

σείοντες λόγχας, θυμοῦ δ' ἔμπλητο ἕκαστος.

 

Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,

καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,

170

πολλοὺς καὶ μεγάλους ἠδ' ἔγχεα μακρὰ φέροντας,

οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,

ἡδὺ γελῶν ἐρέειυε· Τίνες βατράχοισιν ἀρωγοὶ

ἢ μυσὶν τειρομένοις; καὶ Ἀθηναίην προσέειπεν·

 

Ὦ θύγατερ, μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσηι;

175

καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες

κνίσηι τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.

 

Ὣς ἄρ' ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·

Ὦ πάτερ, οὐκ ἂν πώ ποτ' ἐγὼ μυσὶ τειρομένοισιν

ἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μ' ἔοργαν

180

στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ' ἐλαίου.

τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν -

πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα

ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα·

καὶ τρώγλας ἐτέλεσσαν, ὁ δ' ἠπητής μοι ἐπέστη

185

καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν,

χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.

ἀλλ' οὐδ' ὣς βατράχοισιν ἀρηγέμεν οὐκ ἐθελήσω·

εἰσὶ γὰρ οὐδ' αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρώιην

ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,

190

ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες

οὐδ' ὀλίγον καταμῦσαι· ἐγὼ δ' ἄϋπνος κατεκείμην

τὴν κεφαλὴν ἀλγοῦσα, ἕως ἐβόησεν ἀλέκτωρ.

ἀλλ' ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,

μή κέ τις ὑμείων τρωθῆι βέλει ὀξυόεντι·

195

εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι·

πάντες δ' οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.

 

῝Ως ἄρ' ἔφη, καὶ τῆι γε θεοὶ ἐπεπείθοντ' ἄλλοι,

πάντες δ' αὖτ' εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.

καὶ τότε κώνωπες μεγάλας σάλπιγγος ἔχοντες

200

δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανώθεν δὲ

Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.

 

Πρῶτος δ' Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ

ἑσταότ' ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·

204

κὰδ δ' ἔπεσεν πρηνής, ἁπαλὰς δ' ἐκόνισεν ἐθείρας.

206

Τρωγλίτης δὲ μετ' αὐτὸν ἀκόντισε Πηλείωνα,

πῆξεν δ' ἐν στέρνωι στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα

εἷλε μέλας θάνατος, ψυχὴ δ' ἐκ σώματος ἔπτη.

209

Σευτλαῖος δ' ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρον,

223

Τυροφάγον δ' αὐτῆισιν ἐπ' ὄχθαις ἐξενάριξεν.

Πτερνογλύφον δ' ἐσιδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,

225

ἥλατο δ' ἐς λίμνην, φεύγων τὴν ἀσπίδα ῥίψας.

Λιτραῖον δ' ἀρ' ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,

228

χερμαδίωι πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ

ἐκ ῥινῶν ἔσταξε. παλάσσετο δ' αἵματι γαῖα.

230

Λειχοπίναξ δ' ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,

ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.

Πρασσαῖος δ' ἐσιδὼν ποδὸς εἵλκυσε νεκρώσαντα,

ἐν λίμνηι δ' ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.

Ψιχάρπαξ δ' ἤμυν' ἑτάρου περὶ τεθνειώτος

235

καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,

πῖπτε δὲ οἱ πρόσθεν, ψυχὴ δ' Ἀϊδόσδε βεβήκει.

Κραμβοβάτης δ' ἐσιδὼν πηλοῦ δράκα ῥίψεν ἐπ' αὐτόν,

καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.

ὠργίσθη δ' ἄρ' ἐκεῖνος, ἑλὼν δ' ἄρα χειρὶ παχείηι

240

κείμενον ἐν δαπτέδωι λίθον ὄβριμον, ἄχθος ἀρούρης,

τῶι βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ' ἐκλάσθη

κνήμη δεξιτερή, πέσε δ' ὕπτιος ἐν κονίηισι.

Κραυγασίδης δ' ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ' αὐτόν,

τύψε δὲ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δὲ οἱ εἴσω

245

ὀξύσχοινος ἔδυνε, χαμαὶ δ' ἔκχυντο ἅπαντα

246

ἔγκατ' ἐφελκομένωι ὑπὸ δούρατι χειρὶ παχείη.

250

Τρωξάρτης δ' ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον -

ἔσχατος δ' ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ' αἰνῶς.

Πρασσαῖος δ' ὡς εἶδεν ἔθ' ἡμίπνουν προπεσόντα,

ἦλθε διὰ προμᾶχων καὶ ἀκόντισεν ὀξύσχοινον·

οὐδ' ἔρρηξε σάκος, σχέτο δ' αὐτοῦ δουρὸς ἀκωκή·

255

οὐδ' ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον

δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,

ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ' ὅμιλον·

ὥρμησεν δ' ἄρ' ἐπ' αὐτόν· ὁ δ' ὡς ἴδεν οὐχ ὑπέμεινεν.

258a

(Ἀρτοφάγος δ' ἐσιδὼν καὶ Πτερνογλύφος ἀμύμων

258b

ἦλθον ἀρηγέμεναι, ὁ δὲ βάτραχος οὐχ ὑπέμεινεν)

ἥρωας κρατερούς, ἀλλ' ἔδυνε βένθεσι λίμνης.

 

260

Ἦν δέ τις ἐν μύεσσιν Μεριδάρπαξ ἔξοχος ἄλλων,

Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·

οἴκαδ' ἰών πολέμοιο μετασχεῖν παῖδ' ἐκέλευεν·

262a

αὐτὸς δ' ἑστήκει γαυρούμενος κατὰ λίμνην.

263

οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει,

265

καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας

φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·

οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην.

καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,

εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.

270

καὶ τότ' ἀπολλυμένους βατράχους ὤικτειρε Κρονίων,

κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·

 

Ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·

οὐ μικρὸν πλήσσει Μεριδάρπαξ ὃς κατὰ λίμνην

ἅρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα

275

Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα,

οἵ μιν ἐπισχήσουσιν μάχης κροπερόν περ ἐόντα.

 

Ὣς ἄρ' ἔφη Κρονίδης· Ἄρης δ' ἀπαμείβετο μύθωι·

Οὔτ' ἄρ' Ἀθηναίης, Κρονίδη, σθένος οὔτε Ἄρηος

ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.

280

ἀλλ' ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον

284

κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,

282

ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα

283

καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.

 

285

Ὣς ἄρ' ἔφη· Κρονίδης δ' λαβὼν ἀργῆτα κεραυνὸν

πρῶτα μὲν ἐβρόντησε, μέγαν δ' ἐλέλιξεν Ὄλυμπον,

[αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον Διὸς ὅπλον]

ἧκ' ἐπιδινήσας· ὁ δ' ἄρ' ἔπτατο χειρὸς ἄνακτος.

πάντας μέν ῥ' ἐφόβησε βολὼν ἐπὶ τούσδε τε μύας·

290

ἀλλ' οὐδ' ὣς ἀπέληγε μυῶν στράτος, ἀλλ' ἔτι μᾶλλον

ἔλπετο πορθήσείν βατράχων γένος αἰχμητάων.

291a

(καὶ τάχα δ' ἂν δεινῶς οὖν ἀθλήσαντες ἐνίκων,)

εἰ μὴ ἀπ' Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,

ὅς ῥα φθειρομένοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν·

 

Ἦλθον δ' ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,

295

λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,

ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοίς,

βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,

ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται

καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον

300

ἠδὲ πόδας καὶ χεῖρος· ἀνεγνάμπτοντο δὲ λόγχαι.

τοὺς καὶ ὑπέδ<δ>εισαν δειλοὶ μύες οὐδ' ἔτ' ἔμειναν,

ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δ' ἥλιος ἤδη,

καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.

 


www.ae-lib.org.ua, 2007


.