Αισχύλου
Έπτα επι Θήβας


Aeschylus. Seven Contra Thebas (Epta Epi Thivas)

For browsing Ancient Greek texts you need "Palatino Linotype" or "Athena" font (without installation of Greek language to PC)

Source: ed. Herbert Weir Smyth, Cambridge 1926

E-Text by The Little Sailing

HTML by Aerius (ae-lib.by.ru)


 

Ἐτεοκλής

Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·

εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, [5

Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις

οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος

ἐπώνυμος γένοιτο Καδμείων πόλει.

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι [10

ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε συμπρεπές,

πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

βωμοῖσι, τιμὰς μὴ ᾽ξαλειφθῆναί ποτε· [15

τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους

πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. [20

καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός·

χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, [25

χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·

οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.

ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων [30

ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις

μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων

ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. [35

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·

καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

Ἄγγελος

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, [40

αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων·

ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον [45

ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·

μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους

πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ [50

λείβοντες· οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.

σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.

καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·

κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν [55

ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος·

ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς [60

χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.

σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·

καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· [65

κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

Ἐτεοκλής

ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, [70

μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον

ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·

ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν· [75

γένεσθε δ᾽ ἀλκή· ξυνὰ δ᾽ ἐλπίζω λέγειν·

πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

Χορός

θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη·

μεθεῖται στρατός· στρατόπεδον λιπὼν

ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας· [80

αἰθερία κόνις με πείθει φανεῖσ᾽,

ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.

ἔτι δὲ <γᾶς> ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-

τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δ᾽

ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. [85

ἰὼ ἰὼ

ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν

βοᾷ τειχέων ὕπερ ἀλεύσατε.

ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-

τρεπὴς ἐπὶ πόλιν διώκων [πόδα]. [90

τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει

θεῶν ἢ θεᾶν;

πότερα δῆτ᾽ ἐγὼ <πάτρια> ποτιπέσω

βρέτη δαιμόνων; [95

ἰὼ μάκαρες εὔεδροι,

ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-

λομεν ἀγάστονοι;

ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον; [100

πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-

φὶ λιτάν᾽ ἕξομεν;

κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.

τί ῥέξεις; προδώσεις, παλαίχθων

Ἄρης, τὰν τεάν; [105

ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ᾽ ἔπι-

δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.

θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·

ἴδετε παρθένων [110

ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. [115

ἀλλ᾽, ὦ Ζεῦ <> πάτερ παντελές,

πάντως ἄρηξον δαΐων ἅλωσιν.

Ἀργέιοι δὲ πόλισμα Κάδμου [120

κυκλοῦνται· φόβος δ᾽ ἀρῄων ὅπλων

[δονεῖ], διὰ δέ τοι γενύων ἱππίων

κινύρονται φόνον χαλινοί.

ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ

δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις [125

*

προσίστανται πάλῳ λαχόντες. [127

σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,

ῥυσίπολις γενοῦ,

Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ [130

ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,

ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.

σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον [135

Κάδμου φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.

καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ, [140

ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος

γεγόναμεν· λιταῖσί σε θεοκλύτοις

ἀυτοῦσαι πελαζόμεσθα.

καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ [145

στρατῷ δαΐῳ στόνων ἀντίτας.

σύ τ᾽, ὦ Λατογένει-

α κούρα, τόξον εὐτυκάζου [Ἄρτεμι φίλα].

ἒ ἒ ἒ ἔ,

ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· [150

ὦ πότνι᾽ Ἥρα.

ἔλακον ἀξόνων βριθομένων χνόαι.

Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,

δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται. [155

τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;

ἒ ἒ ἒ ἔ,

ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται· [158b

ὦ φίλ᾽ Ἄπολλον·

κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, [160

παῖ Διός, ὅθεν

πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.

σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως

ἑπτάπυλον ἕδος ἐπιρρύου. [165

ἰὼ παναρκεῖς θεοί,

ἰὼ τέλειοι τέλειαί τε γᾶς

τᾶσδε πυργοφύλακες,

πόλιν δορίπονον μὴ προδῶθ᾽

ἑτεροφώνῳ στρατῷ. [170

κλύετε παρθένων κλύετε πανδίκως

χειροτόνους λιτάς.

ἰὼ φίλοι δαίμονες,

λυτήριο <τ᾽> ἀμφιβάντες πόλιν, [175

δείξαθ᾽ ὡς φιλοπόλεις,

μέλεσθέ θ᾽ ἱερῶν δημίων,

μελόμενοι δ᾽ ἀρήξατε·

φιλοθύτων δέ τοι πόλεος ὀργίων

μνήστορες ἐστέ μοι. [180

Ἐτεοκλής

ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,

ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,

στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν [185

αὔειν, λακάζειν, σωφρόνων μισήματα;

μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ

ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. [190

καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην·

τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,

αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἔνδοθεν πορθούμεθα.

τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. [195

κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,

λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.

μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, [200

τἄξωθεν· ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.

ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;

Χορός

ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-

σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,

ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, [205

ἱππικῶν τ᾽ ἀπύαν πηδαλίων διὰ στόμα

πυριγενετᾶν χαλινῶν.

Ἐτεοκλής

τί οὖν; ὁ ναύτης ἆρα μὴ ᾽ς πρῷραν φυγὼν

πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; [210

Χορός

ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-

χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος

ὅτ᾽ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·

δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως

ἵν᾽ ὑπερέχοιεν ἀλκάν. [215

Ἐτεοκλής

πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν· ἀλλ᾽ οὖν θεοὺς

τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

Χορός

μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν

ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽ [220

ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽

ἁπτόμενον πυρὶ δαΐῳ.

Ἐτεοκλής

μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·

πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

μήτηρ, γυνὴ σωτῆρος· ὧδ᾽ ἔχει λόγος. [225

Χορός

ἔστι· θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα·

πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον

κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων

κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.

Ἐτεοκλής

ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια [230

θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·

σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

Χορός

διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,

δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.

τίς τάδε νέμεσις στυγεῖ; [235

Ἐτεοκλής

οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·

ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.

Χορός

ποτίφατον κλύουσα πάταγον ἀνάμιγα

ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, [240

τίμιον ἕδος, ἱκόμαν.

Ἐτεοκλής

μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

Χορός

καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. [245

Ἐτεοκλής

μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.

Χορός

στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

Ἐτεοκλής

οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.

Χορός

δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.

Ἐτεοκλής

οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν; [250

Χορός

ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

Ἐτεοκλής

οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε;

Χορός

θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

Ἐτεοκλής

αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.

Χορός

ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. [255

Ἐτεοκλής

ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

Χορός

μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

Ἐτεοκλής

παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;

Χορός

ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

Ἐτεοκλής

αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. [260

Χορός

λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.

Ἐτεοκλής

σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

Χορός

σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

Ἐτεοκλής

τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, [265

εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·

κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ

ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,

Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

θάρσος φίλοις, λύουσα πολέμιον φόβον. [270

ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,

Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω

εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,

μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, [275

[ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι]

θύσειν τροπαῖα, δαΐων δ᾽ ἐσθήματα,

στέψω λάφυρα δουρίπληχθ᾽ ἁγνοῖς δόμοις.

[στέψω πρὸ ναῶν, πολεμίων δ᾽ ἐσθήματα.]

τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, [280

μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·

οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, [285

πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

Χορός

μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ·

γείτονες δὲ καρδίας

μέριμναι ζωπυροῦσι τάρβος [290

τὸν ἀμφιτειχῆ λεών,

δράκοντας ὥς τις τέκνων

ὑπερδέδοικεν λεχαίων δυσευνάτορας

πάντρομος πελειάς.

τοὶ μὲν γὰρ ποτὶ πύργους [295

πανδαμεὶ πανομιλεὶ

στείχουσιν. τί γένωμαι;

τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν

ἰάπτουσι πολίταις

χερμάδ᾽ ὀκριόεσσαν. [300

παντὶ τρόπῳ, Διογενεῖς

θεοί, πόλιν καὶ στρατὸν

Καδμογενῆ ῥύεσθε.

ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον

τᾶσδ᾽ ἄρειον, ἐχθροῖς [305

ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,

ὕδωρ τε Διρκαῖον, εὐ-

τραφέστατον πωμάτων

ὅσων ἵησιν Ποσει-

δᾶν ὁ γαιάοχος [310

Τηθύος τε παῖδες.

πρὸς τάδ᾽, ὦ πολιοῦχοι

θεοί, τοῖσι μὲν ἔξω

πύργων ἀνδρολέτειραν

κῆρα, ῥίψοπλον ἄταν, [315

ἐμβαλόντες ἄροισθε

κῦδος τοῖσδε πολίταις.

καὶ πόλεως ῥύτορες <ἔστ᾽>

εὔεδροί τε στάθητ᾽

ὀξυγόοις λιταῖσιν. [320

οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν

Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν

δουλίαν ψαφαρᾷ σποδῷ

ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν

περθομέναν ἀτίμως, [325

τὰς δὲ κεχειρωμένας ἄγεσθαι,

ἒ ἔ, νέας τε καὶ παλαιὰς

ἱππηδὸν πλοκάμων, περιρ-

ρηγνυμένων φαρέων. βοᾷ

δ᾽ ἐκκενουμένα πόλις, [330

λαΐδος ὀλλυμένας μιξοθρόου·

βαρείας τοι τύχας προταρβῶ.

κλαυτὸν δ᾽ ἀρτιτρόποις ὠμοδρόποις

νομίμων προπάροιθεν διαμεῖψαι

δωμάτων στυγερὰν ὁδόν· [335

τί; τὸν φθίμενον γὰρ προλέγω

βέλτερα τῶνδε πράσσειν·

πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

ἒ ἔ, δυστυχῆ τε πράσσει.

ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- [340

ει, τὰ δὲ πυρφορεῖ· καπνῷ

[δὲ] χραίνεται πόλισμ᾽ ἅπαν·

μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας

μιαίνων εὐσέβειαν Ἄρης.

κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, προτὶ [πτόλιν] [345

δ᾽ ὁρκάνα

πυργῶτις· πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ

<ἀμφὶ> δορὶ κλίνεται·

βλαχαὶ δ᾽ αἱματόεσσαι

τῶν ἐπιμαστιδίων

ἀρτιτρεφεῖς βρέμονται. [350

ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·

ξυμβολεῖ φέρων φέροντι,

καὶ κενὸς κενὸν καλεῖ,

ξύννομον θέλων ἔχειν,

οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. [355

τἀκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα.

παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν

ἀλγύνει κυρήσας· πικρὸν δ᾽

ὄμμα θαλαμηπόλων·

πολλὰ δ᾽ ἀκριτόφυρτος [360

γᾶς δόσις οὐτιδανοῖς

ἐν ῥοθίοις φορεῖται.

δμωίδες δὲ καινοπήμονες νέαι·

τλάμον᾽ εὐνὰν αἰχμάλωτον

ἀνδρὸς εὐτυχοῦντος ὣς [365

δυσμενοῦς ὑπερτέρου

ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,

παγκλαύτων ἀλγέων ἐπίρροθον.

Ἡμιχόριον Α

ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, [370

σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

Ἡμιχόριον Β

καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος

εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·

σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.

Ἄγγελος

λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, [375

ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.

Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος [380

μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·

θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους

σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω [385

χαλκήλατοι κλάζουσι κώδωνες φόβον·

ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,

φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον·

λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. [390

τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς

βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.

τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν [395

κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

Ἐτεοκλής

κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,

οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα·

λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.

καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος [400

ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,

τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.

εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,

τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε

γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, [405

καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.

ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,

μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους. [410

αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.

σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,

Μελάνιππος· ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ·

Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται [415

εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

Χορός

τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν

θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

πρόμαχος ὄρνυται· τρέμω δ᾽ αἱματη-

φόρους μόρους ὑπὲρ φίλων [420

ὀλομένων ἰδέσθαι.

Ἄγγελος

τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·

Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,

γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου

μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, [425

πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη·

θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.

τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς [430

μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·

ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·

χρυσοῖς δὲ φωνεῖ γράμμασιν "πρήσω πόλιν."

τοιῷδε φωτὶ πέμπε--τίς ξυστήσεται, [435

τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

Ἐτεοκλής

καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.

τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος·

Καπανεὺς δ᾽ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, [440

θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα

χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη·

πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον

ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον [445

μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,

αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

φερέγγυον φρούρημα, προστατηρίας

Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. [450

λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

Χορός

ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,

κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,

πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν

θ᾽ ἑδωλίων ὑπερκόπῳ [455

δορί ποτ᾽ ἐκλαπάξαι.

Ἄγγελος

καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις

λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,

πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. [460

ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,

μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον· [465

ἀνὴρ [δ᾽·] ὁπλίτης κλίμακος προσαμβάσεις

στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.

καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον [470

πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

Ἐτεοκλής

πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·

καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,

Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν

γένους,

ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων [475

βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος

ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λέγων. [480

Χορός

ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ

πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει

μαινομένᾳ φρενί, τώς νιν

Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. [485

Ἄγγελος

τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·

ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ. [490

ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν

ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,

Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα

λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·

ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος [495

προσηδάφισται κοιλογάστορος κύκλου.

αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει

βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.

τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·

Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. [500

Ἐτεοκλής

πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις,

πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,

εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·

Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων [505

ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν

μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.

ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,

ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων [510

θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,

Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος

σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·

κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

τοιάδε μέντοι προσφίλεια δαιμόνων· [515

πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,

εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·

εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας, [519

Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος [518

σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών. [520

Χορός

πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽

ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

δαροβίοισι θεοῖσιν,

πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. [525

Ἄγγελος

οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,

τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος·

ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ

σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, [530

ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

Διός· τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·

στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,

ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. [535

ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.

οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις·

τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

σάκει, κυκλωτῷ σώματος προβλήματι, [540

Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην

γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,

ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.

ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, [545

μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,

Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ᾽ ἀνὴρ

μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,

πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.

Ἐτεοκλής

εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, [550

αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·

ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.

ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,

ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,

Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου· [555

ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους

εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος·

ἣ ᾽ξωθεν εἴσω τῷ φέροντι μέμψεται, [560

πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.

θεῶν θελόντων τἂν ἀληθεύσαιμ᾽ ἐγώ.

Χορός

ἱκνεῖται λόγος διὰ στηθέων,

τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,

μεγάλα μεγαληγόρων κλυούσᾳ [565

ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ

θεοὶ τοῦδ᾽ ὀλέσειαν ἐν γᾷ.

Ἄγγελος

ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,

ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·

Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος [570

κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·

τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,

κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. [575

καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,

ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,

δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,

καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα·

"ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, [580

καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ [585

ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.

μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον."

τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκήλως ἔχων [590

πάγχαλκον ηὔδα· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.

οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,

βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας [595

πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

Ἐτεοκλής

φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.

ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς

κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος· [600

ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.

ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ

ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,

ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν [605

ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,

πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾽δάμη.

οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, [610

μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,

Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις [615

οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,

ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·

φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, [620

ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,

γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,

ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται

παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. [625

Χορός

κλύοντες θεοὶ δικαίας λιτὰς

ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,

δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς> γᾶς

ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν

βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. [630

Ἄγγελος

τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις

λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει

οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·

πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,

ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, [635

σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,

ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην

φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.

τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους

καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν [640

τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.

ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος

διπλοῦν τε σῆμα προσμεμηχανημένον.

χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν

ἄγει γυνή τις σωφρόνως ἡγουμένη. [645

Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα

λέγει "κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν

ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς."

τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.

[σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·] [650

ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων

μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

Ἐτεοκλής

ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,

ὦ π