Αισχύλου
Προμηθευς Δεσμώτης


Aeschylus. Prometeus Bound

For browsing Ancient Greek texts you need "Palatino Linotype" or "Athena" font (without installation of Greek language to PC)

E-Text by The Little Sailing

HTML by Aerius (ae-lib.by.ru)


 

Αἰσχύλου

Προμηθεὺς Δεσμώτης

Προμηθευς Δεσμώτης

 

ΠΡΟΛΟΓΟΣ 1-127

ΠΑΡΟΔΟΣ 128-195

ΠΡΩΤΟ ΕΠΕΙΣΟΔΙΟ 196-398

ΠΡΩΤΟ ΣΤΆΣΙΜΟ 399-435

ΔΕΥΤΕΡΟ ΕΠΕΙΣΟΔΙΟ 436-525

ΔΕΥΤΕΡΟ ΣΤΆΣΙΜΟ 526-560

ΤΡΙΤΟ ΕΠΕΙΣΟΔΙΟ 561-;

ΤΡΙΤΟ ΣΤΑΣΙΜΟ ;-1092

ΕΞΟΔΟΣ 907-1093

 

 

Κράτος

Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,

Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.

Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς

ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις

ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι [5

ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.

τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,

θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι

ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,

ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα [10

στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

 

Ἥφαιστος

Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς

ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·

ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν

δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. [15

πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·

ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,

ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι

προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ [20

ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν

ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ

χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι

ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,

πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν· [25

ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ

τρύσει σ᾽· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.

τοιαῦτ᾽ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.

θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον

βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. [30

ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν

ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·

πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς

φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.

ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. [35

 

Κράτος

εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;

τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,

ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

 

Ἥφαιστος

τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.

 

Κράτος

σύμφημ᾽· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων [40

οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

 

Ἥφαιστος

αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

 

Κράτος

ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ

τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

 

Ἥφαιστος

ὦ πολλὰ μισηθεῖσα χειρωναξία. [45

 

Κράτος

τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ

τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

 

Ἥφαιστος

ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

 

Κράτος

ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·

ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. [50

 

Ἥφαιστος

ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.

 

Κράτος

οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,

ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;

 

Ἥφαιστος

καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

 

Κράτος

βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει [55

ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

 

Ἥφαιστος

περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

 

Κράτος

ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.

δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

 

Ἥφαιστος

ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως. [60

 

Κράτος

καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα

μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

 

Ἥφαιστος

πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

 

Κράτος

ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον

στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως. [65

 

Ἥφαιστος

αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.

 

Κράτος

σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ

στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

 

Ἥφαιστος

ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

 

Κράτος

ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. [70

λλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

 

Ἥφαιστος

δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.

 

Κράτος

ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.

χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

 

Ἥφαιστος

καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. [75

 

Κράτος

ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·

ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

 

Ἥφαιστος

ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

 

Κράτος

σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν

ὀργῆς τε τραχύτητα μὴ ᾽πίπλησσέ μοι. [80

 

Ἥφαιστος

στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.

 

Κράτος

ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα

συλῶν ἐφημέροισι προστίθει. τί σοι

οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;

ψευδωνύμως σε δαίμονες Προμηθέα [85

καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,

ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσῃ τέχνης.

 

Προμηθεύς

ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,

ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων

ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, [90

καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.

ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.

δέρχθηθ᾽ οἵαις αἰκείαισιν

διακναιόμενος τὸν μυριετῆ

χρόνον ἀθλεύσω. [95

τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων

ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.

φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον

πῆμα στενάχω, πῇ ποτε μόχθων

χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι. [100

καίτοι τί φημι; πάντα προυξεπίσταμαι

σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον

πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ

αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι

τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος. [105

ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας

οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα

πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας.

ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς

πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης [110

πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.

τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω

ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.

 

ἆ ἆ ἔα ἔα.

τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής, [115

θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;

ἵκετο τερμόνιον ἐπὶ πάγον

πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;

ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν

τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς [120

δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι

τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,

διὰ τὴν λίαν φιλότητα βροτῶν.

φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω

πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς [125

πτερύγων ῥιπαῖς ὑποσυρίζει.

πᾶν μοι φοβερὸν τὸ προσέρπον.

 

Χορός

μηδὲν φοβηθῇς· φιλία [128b

γὰρ ἅδε τάξις πτερύγων

θοαῖς ἁμίλλαις προσέβα

τόνδε πάγον, πατρῴας [130

μόγις παρειποῦσα φρένας.

κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι·

κτύπου γὰρ ἀχὼ χάλυβος

διῇξεν ἄντρων μυχόν, ἐκ [130b

δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·

σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ. [135

 

Προμηθεύς

αἰαῖ αἰαῖ,

τῆς πολυτέκνου Τηθύος ἔκγονα,

τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου

χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες

πατρὸς, Ὠκεανοῦ, [140

δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,

προσπορπατὸς τῆσδε φάραγγος

σκοπέλοις ἐν ἄκροις

φρουρὰν ἄζηλον ὀχήσω. [143b

 

Χορός

λεύσσω, Προμηθεῦ· φοβερὰ

δ᾽ ἐμοῖσιν ὄσσοις ὀμίχλα [145

προσῇξε πλήρης δακρύων

σὸν δέμας εἰσιδούσᾳ

πέτραις προσαυαινόμενον

ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις.

νέοι γὰρ οἰακονόμοι

κρατοῦσ᾽, Ὀλύμπου· νεοχμοῖς

δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει. [150

τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

 

Προμηθεύς

εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Ἅιδου

τοῦ νεκροδέγμονος εἰς ἀπέρατον

Τάρταρον ἧκεν,

δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, [155

ὡς μήτε θεὸς μήτε τις ἄλλος

τοῖσδ᾽ ἐπεγήθει.

νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας

ἐχθροῖς ἐπίχαρτα πέπονθα.

 

Χορός

τίς ὧδε τλησικάρδιος [160

θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;

τίς οὐ ξυνασχαλᾷ κακοῖς

τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ

θέμενος ἄγναμπτον νόον

δάμναται Οὐρανίαν [165

γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ

τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

 

Προμηθεύς

ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς

ἐν γυιοπέδαις αἰκιζομένου,

χρείαν ἕξει μακάρων πρύτανις, [170

δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου

σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.

καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς

ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽

οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ [175

καταμηνύσω,

πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ

ποινάς τε τίνειν

τῆσδ᾽ αἰκείας ἐθελήσῃ.

 

Χορός

σὺ μὲν θρασύς τε καὶ πικραῖς [180

δύαισιν οὐδὲν ἐπιχαλᾷς,

ἄγαν δ᾽ ἐλευθεροστομεῖς.

ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·

δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,

πᾷ ποτε τῶνδε πόνων [185

χρή σε τέρμα κέλ-

σαντ᾽ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ

ἀπαράμυθον ἔχει Κρόνου παῖς.

 

Προμηθεύς

οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ

τὸ δίκαιον ἔχων Ζεύς. ἀλλ᾽ ἔμπας [ὀίω] [190

μαλακογνώμων

ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ·

τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν

εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα

σπεύδων σπεύδοντί ποθ᾽ ἥξει. [195

 

Χορός

πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον, [196

ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,

οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·

δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.

 

Προμηθεύς

ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,

ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. [200

ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου

στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,

οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,

ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν

σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν, [205

ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν

Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,

οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς

ἀτιμάσαντες καρτεροῖς φρονήμασιν

ᾤοντ᾽ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν· [210

ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,

καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,

τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,

ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν

χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν. [215

τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου

οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.

κράτιστα δή μοι τῶν παρεστώτων τότε

ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα

ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. [220

ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς

κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον

αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ

ὁ τῶν θεῶν τύραννος ὠφελημένος

κακαῖσι ποιναῖς ταῖσδὲ μ᾽ ἐξημείψατο. [225

ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι

νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.

ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα

αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.

ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον [230

καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα

ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο

ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον

οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος

τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. [235

καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.

ἐγὼ δ᾽ ἐτόλμησ᾽· ἐξελυσάμην βροτοὺς

τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.

τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,

πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν· [240

θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν

οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς

ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.

 

Χορός

σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος [245

ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ

μόχθοις· ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε

ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.

 

Προμηθεύς

καὶ μὴν φίλοις <γ᾽ > ἐλεινὸς εἰσορᾶν ἐγώ.

 

Χορός

μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

 

Προμηθεύς

θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον. [250

 

Χορός

τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

 

Προμηθεύς

τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.

 

Χορός

μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.

 

Προμηθεύς

πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

 

Χορός

καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι; [255

 

Προμηθεύς

ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

 

Χορός

τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν--

 

Προμηθεύς

αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.

 

Χορός

οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

 

Προμηθεύς

οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. [260

 

Χορός

δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι

ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν

καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν

μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.

 

Προμηθεύς

ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα [265

ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς

πράσσοντ᾽· ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.

ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·

θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.

οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με [270

κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,

τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.

καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,

πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας

ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. [275

πίθεσθέ μοι πίθεσθε, συμπονήσατε

τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη

πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.

 

Χορός

οὐκ ἀκούσαις ἐπεθώυξας

τοῦτο, Προμηθεῦ. [280

καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον

θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν

πόρον οἰωνῶν, ὀκριοέσσῃ

χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους

χρῄζω διὰ παντὸς ἀκοῦσαι. [285

 

Ὠκεανός

ἥκω δολιχῆς τέρμα κελεύθου

διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,

τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν

γνώμῃ στομίων ἄτερ εὐθύνων·

ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. [290

τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως

ἐσαναγκάζει,

χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ

μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.

γνώσῃ δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην [295

χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ

σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν·

οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ

φίλος ἐστὶ βεβαιότερός σοι.

 

Προμηθεύς

ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν [300

ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν

ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ

αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα

ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας

ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; [305

δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,

τὸν συγκαταστήσαντα τὴν τυραννίδα,

οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.

 

Ὠκεανός

ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι

θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. [310

γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους

νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.

εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους

ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω

θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον [315

παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.

ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,

ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.

ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε·

τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου [320

γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.

σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,

πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.

οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ

πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι [325

τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.

καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι

ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.

σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.

ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι [330

γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;

 

Προμηθεύς

ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς

τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.

καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.

πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. [335

πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.

 

Ὠκεανός

πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς

ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.

ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. [340

αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ

δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.

 

Προμηθεύς

τὰ μὲν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·

προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ [343b

μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν

ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. [345

ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·

ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ᾽ εἵνεκα

θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.

οὐ δῆτ᾽ ἐπεί με καὶ κασιγνήτου τύχαι

τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους [350

ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς

ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.

τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα

ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας

ἑκατογκάρανον πρὸς βίαν χειρούμενον [355

Τυφῶνα θοῦρον· πᾶσιν [ὅς] ἀντέστη θεοῖς,

σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·

ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,

ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ·

ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, [360

καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,

ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων

κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς

ἐφεψαλώθη κἀξεβροντήθη σθένος.

καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας [365

κεῖται στενωποῦ πλησίον θαλασσίου

ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·

κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ

Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε

ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις [370

τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·

τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον

θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,

καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.

σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου [375

χρῄζεις· σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι·

ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,

ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.

 

Ὠκεανός

οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι

ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; [380

 

Προμηθεύς

ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ

καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.

 

Ὠκεανός

ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα

ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.

 

Προμηθεύς

μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν. [385

 

Ὠκεανός

ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ

κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.

 

Προμηθεύς

ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.

 

Ὠκεανός

σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.

 

Προμηθεύς

μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. [390

 

Ὠκεανός

ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;

 

Προμηθεύς

τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.

 

Ὠκεανός

ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.

 

Προμηθεύς

στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.

 

Ὠκεανός

ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον. [395

λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς

τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν

σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.

 

Χορός

στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·

δακρυσίστακτα δ᾽ ἀπ᾽ ὄσσων [400

ῥαδινὰν λειβομένα ῥέος παρειὰν

νοτίοις ἔτεγξα παγαῖς·

ἀμέγαρτα γὰρ τάδε Ζεὺς

ἰδίοις νόμοις κρατύνων

ὑπερήφανον θεοῖς τοῖς [405

πάρος ἐνδείκνυσιν αἰχμάν.

πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,

μεγαλοσχήμονά ἀρχαι-

οπρεπῆ < > στένουσι τὰν σὰν

ξυνομαιμόνων τε τιμάν, [410

ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς

Ἀσίας ἕδος νέμονται,

μεγαλοστόνοισι σοῖς πή-

μασι συγκάμνουσι θνατοί.

Κολχίδος τε γᾶς ἔνοικοι [415

παρθένοι, μάχας ἄτρεστοι,

καὶ Σκύθης ὅμιλος, οἳ γᾶς

ἔσχατον τόπον ἀμφὶ Μαι-

ῶτιν ἔχουσι λίμναν,

Ἀραβίας τ᾽ ἄρειον ἄνθος, [420

ὑψίκρημνον οἳ πόλισμα

Καυκάσου πέλας νέμονται,

δάιος στρατός, ὀξυπρῴ-

ροισι βρέμων ἐν αἰχμαῖς.

[μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις [425

δαμέντ᾽ ἀδαμαντοδέτοις

Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,

Ἄτλαντος [αἰὲν]; ὑπέροχον σθένος κραταιόν,

<ὃς> οὐράνιόν [τε] πόλον

νώτοις <στέγων> ὑποστενάζει.] [430

βοᾷ δὲ πόντιος κλύδων

ξυμπίτνων, στένει βυθός,

κελαινὸς δ᾽ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,

παγαί θ᾽ ἁγνορύτων ποταμῶν

στένουσιν ἄλγος οἰκτρόν. [435

 

Προμηθεύς

μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα

τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν; [440
ἀλλ᾽ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
ἀκούσαθ᾽, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.

λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων, [445
ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος·

οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον

ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς [450
δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·
κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ

οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου [455
θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.

καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,

ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, [460
μνήμην ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σάγμασὶν θ᾽, ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων

γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους [465
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.

τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας

βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ [470
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.

Χορός

πέπονθας αἰκὲς πῆμ᾽· ἀποσφαλεὶς φρενῶν
πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις

εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. [475

Προμηθεύς

τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε βρώσιμον,

οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων [480
χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,

κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ [485
ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
ἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους·
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν

εὐωνύμους τε, καὶ δίαιταν ἥντινα [490
ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
ἔχουσ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν

χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. [495
κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.

τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς [500
κεκρυμμέν᾽, ἀνθρώποισιν ὠφελήματα,
χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.

βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, [505
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.

Χορός

μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι

λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. [510

Προμηθεύς

οὐ ταῦτα ταύτῃ μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.

Χορός

τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; [515

Προμηθεύς

Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες

Χορός

τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;

Προμηθεύς

οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.

Χορός

τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;

Προμηθεύς

τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει. [520

Χορός

ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.

Προμηθεύς

ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ

δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. [525

 

Χορός

μηδάμ᾽ ὁ πάντα νέμων

θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,

μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα [530

βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,

μηδ᾽ ἀλίτοιμι λόγοις· [535

ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη·

ἁδύ τι θαρσαλέαις

τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς

θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-

σω δέ σε δερκομένα [540

μυρίοις μόχθοις διακναιόμενον < >.

Ζῆνα γὰρ οὐ τρομέων

ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.

φέρ᾽, ὅπως ἄχαρις χάρις, ὦ φίλος· [545

εἰπὲ ποῦ τίς ἀλκά;

τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης

ὀλιγοδρανίαν ἄκικυν,

ἰσόνειρον, τὸ φωτῶν

ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε < > [550

τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.

ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλο-

ὰς τύχας, Προμηθεῦ.

τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα

τόδ᾽ ἐκεῖνό θ᾽, ὅ τ᾽ ἀμφὶ λουτρὰ [555

καὶ λέχος σὸν ὑμεναίουν

ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις

ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον. [560

 

Ἰώ

τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν

τόνδε χαλινοῖς ἐν πετρίνοισιν

χειμαζόμενον;

τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;

σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. [565

ἆ ἆ, ἒ ἔ,

χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,

εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ᾽ ἆ δᾶ· φοβοῦμαι

τὸν μυριωπὸν εἰσορῶσα βούταν.

ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,

ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. [570

ἀλλ᾽, ἐμὲ τὰν τάλαιναν

ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ

τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.

ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ

ἀχέτας ὑπνοδόταν νόμον· [575

ἰὼ ἰὼ πόποι, ποῖ μ᾽ ἄγουσι τη-

λέπλαγκτοι πλάναι;

τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽

ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν

πημοναῖσιν; ἓ ἕ, [580

οἰστρηλάτῳ δὲ δείματι

δειλαίαν παράκοπον ὧδε τείρεις;

πυρί <με > φλέξον, ἢ χθονὶ κάλυψον, ἤ

ποντίοις δάκεσι δὸς βοράν,

μηδέ μοι φθονήσῃς

εὐγμάτων, ἄναξ.

ἄδην με πολύπλανοι πλάναι [585

γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα

πημονὰς ἀλύξω.

κλύεις φθέγμα τᾶς βούκερω παρθένου;

 

Προμηθεύς

πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,

τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ [590

ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους

Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.

 

Ἰώ

πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; [593

εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;

τίς ἄρα μ᾽, ὦ τάλας, τὰν τάλαιναν ὧδ᾽ [595

ἔτυμα προσθροεῖς;

θεόσυτόν τε νόσον ὠνόμασας, ἃ

μαραίνει με χρίουσα κέντροις, <ἰώ>,

φοιταλέοισιν ἓ ἕ·

σκιρτημάτων δὲ νήστισιν

αἰκείαις λαβρόσυτος ἦλθον, <Ἥρας > [600

ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-

δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,

οἷ᾽ ἐγὼ μογοῦσιν;

ἀλλά μοι τορῶς

τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει [605

παθεῖν, τί μῆχαρ, ἢ τί φάρμ^