Ευριπίδης
Μηδεια


© Euripidus

© E-Text by The Little Sailing

HTML by Aerius (ae-lib.by.ru), 2003

For watching Ancient Greek texts you need Athena font or Palatino Linotype font

Для перегляду давньогрецьких текстів вам потрібен шрифт Palatino Linotype або Athena


 

ΤΡΟΦΟΣ

Εἴθ΄ ὤφελ΄ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος

Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας͵

μηδ΄ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε

τμηθεῖσα πεύκη͵ μηδ΄ ἐρετμῶσαι χέρας

ἀνδρῶν ἀρίστων. οἳ τὸ πάγχρυσον δέρας

Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν΄ ἐμὴ

Μήδεια πύργους γῆς ἔπλευσ΄ Ἰωλκίας

ἔρωτι θυμὸν ἐκπλαγεῖσ΄ Ἰάσονος·

οὐδ΄ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας

πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν [10

ξὺν ἀνδρὶ καὶ τέκνοισιν͵ ἁνδάνουσα μὲν

φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα͵

αὐτή τε πάντα ξυμφέρουσ΄ Ἰάσονι·

ἥπερ μεγίστη γίγνεται σωτηρία͵

ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.

νῦν δ΄ ἐχθρὰ πάντα͵ καὶ νοσεῖ τὰ φίλτατα.

προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ΄ ἐμὴν

γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται͵

γήμας Κρέοντος παῖδ΄͵ ὃς αἰσυμνᾷ χθονός·

Μήδεια δ΄ ἡ δύστηνος ἠτιμασμένη [20

βοᾷ μὲν ὅρκους͵ ἀνακαλεῖ δὲ δεξιάς͵

πίστιν μεγίστην͵ καὶ θεοὺς μαρτύρεται

οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.

κεῖται δ΄ ἄσιτος͵ σῶμ΄ ὑφεῖσ΄ ἀλγηδόσι͵

τὸν πάντα συντήκουσα δακρύοις χρόνον͵

ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ΄ ἠδικημένη͵

οὔτ΄ ὄμμ΄ ἐπαίρουσ΄ οὔτ΄ ἀπαλλάσσουσα γῆς

πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος

κλύδων ἀκούει νουθετουμένη φίλων·

ἢν μή ποτε στρέψασα πάλλευκον δέρην [30

αὐτὴ πρὸς αὑτὴν πατέρ΄ ἀποιμώξῃ φίλον

καὶ γαῖαν οἴκους θ΄͵ οὓς προδοῦσ΄ ἀφίκετο

μετ΄ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.

ἔγνωκε δ΄ ἡ τάλαινα συμφορᾶς ὕπο

οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.

στυγεῖ δὲ παῖδας οὐδ΄ ὁρῶσ΄ εὐφραίνεται.

δέδοικα δ΄ αὐτὴν μή τι βουλεύσῃ νέον·

βαρεῖα γὰρ φρήν͵ οὐδ΄ ἀνέξεται κακῶς

πάσχουσ΄· ἐγᾦδα τήνδε͵ δειμαίνω τέ νιν

μὴ θηκτὸν ὤσῃ φάσγανον δι΄ ἥπατος͵ [40

σιγῇ δόμους εἰσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος͵

ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ͵

κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.

δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν

ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.

ἀλλ΄ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι

στείχουσι͵ μητρὸς οὐδὲν ἐννοούμενοι

κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

ΠΑΙΔΑΓΩΓΟΣ

παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς͵

τί πρὸς πύλαισι τήνδ΄ ἄγουσ΄ ἐρημίαν [50

ἕστηκας͵ αὐτὴ θρεομένη σαυτῇ κακά;

πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;

Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος͵

χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν

κακῶς πίτνοντα͵ καὶ φρενῶν ἀνθάπτεται.

ἐγὼ γὰρ ἐς τοῦτ΄ ἐκβέβηκ΄ ἀλγηδόνος͵

ὥσθ΄ ἵμερός μ΄ ὑπῆλθε γῇ τε κοὐρανῷ

λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.

Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;

Τρ. ζηλῶ σ΄· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. [60

Πα. ὦ μῶρος-εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·

ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

Τρ. τί δ΄ ἔστιν͵ ὦ γεραιέ; μὴ φθόνει φράσαι.

Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ΄ εἰρημένα.

Τρ. μή͵ πρὸς γενείου͵ κρύπτε σύνδουλον σέθεν·

σιγὴν γάρ͵ εἰ χρή͵ τῶνδε θήσομαι πέρι.

Πα. ἤκουσά του λέγοντος͵ οὐ δοκῶν κλύειν͵

πεσσοὺς προσελθών͵ ἔνθα δὴ παλαίτατοι

θάσσουσι͵ σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ͵

ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας [70

σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς

Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε

οὐκ οἶδα· βουλοίμην δ΄ ἂν οὐκ εἶναι τόδε.

Τρ. καὶ ταῦτ΄ Ἰάσων παῖδας ἐξανέξεται

πάσχοντας͵ εἰ καὶ μητρὶ διαφορὰν ἔχει;

Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων͵

κοὐκ ἔστ΄ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.

Τρ. ἀπωλόμεσθ΄ ἄρ΄͵ εἰ κακὸν προσοίσομεν

νέον παλαιῷ͵ πρὶν τόδ΄ ἐξηντληκέναι.

Πα. ἀτὰρ σύ γ΄-οὐ γὰρ καιρὸς εἰδέναι τόδε [80

δέσποιναν-ἡσύχαζε καὶ σίγα λόγον.

Τρ. ὦ τέκν΄͵ ἀκούεθ΄ οἷος εἰς ὑμᾶς πατήρ;

ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ΄ ἐμός·

ἀτὰρ κακός γ΄ ὢν ἐς φίλους ἁλίσκεται.

Πα. τίς δ΄ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε͵

ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ͵

οἳ μὲν δικαίως͵ οἳ δὲ καὶ κέρδους χάριν͵

εἰ τούσδε γ΄ εὐνῆς οὕνεκ΄ οὐ στέργει πατήρ.

Τρ. ἴτ΄-εὖ γὰρ ἔσται-δωμάτων ἔσω͵ τέκνα.

σὺ δ΄ ὡς μάλιστα τούσδ΄ ἐρημώσας ἔχε [90

καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.

ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην

τοῖσδ΄͵ ὥς τι δρασείουσαν· οὐδὲ παύσεται

χόλου͵ σάφ΄ οἶδα͵ πρὶν κατασκῆψαί τινα . . .

ἐχθρούς γε μέντοι͵ μὴ φίλους͵ δράσειέ τι.

 

ΜΗΔΕΙΑ <ἔνδοθεν>

ἰώ͵

δύστανος ἐγὼ μελέα τε πόνων͵

ἰώ μοί μοι͵ πῶς ἂν ὀλοίμαν;

Τρ. τόδ΄ ἐκεῖνο͵ φίλοι παῖδες· μήτηρ

κινεῖ κραδίαν͵ κινεῖ δὲ χόλον.

σπεύσατε θᾶσσον δώματος εἴσω [100

καὶ μὴ πελάσητ΄ ὄμματος ἐγγύς͵

μηδὲ προσέλθητ΄͵ ἀλλὰ φυλάσσεσθ΄

ἄγριον ἦθος στυγεράν τε φύσιν

φρενὸς αὐθάδους.-

ἴτε νῦν͵ χωρεῖθ΄ ὡς τάχος εἴσω.-

δῆλον δ΄ ἀρχῆς ἐξαιρόμενον

νέφος οἰμωγῆς ὡς τάχ΄ ἀνάψει

μείζονι θυμῷ· τί ποτ΄ ἐργάσεται

μεγαλόσπλαγχνος δυσκατάπαυστος

ψυχὴ δηχθεῖσα κακοῖσιν; [110

Μη. αἰαῖ͵

ἔπαθον τλάμων ἔπαθον μεγάλων

ἄξι΄ ὀδυρμῶν· ὦ κατάρατοι

παῖδες ὄλοισθε στυγερᾶς ματρὸς

σὺν πατρί͵ καὶ πᾶς δόμος ἔρροι.

Τρ. ἰώ μοί μοι͵ ἰὼ τλήμων.

τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας

μετέχουσι; τί τούσδ΄ ἔχθεις; οἴμοι͵

τέκνα͵ μή τι πάθηθ΄ ὡς ὑπεραλγῶ.

δεινὰ τυράννων λήματα καί πως

ὀλίγ΄ ἀρχόμενοι͵ πολλὰ κρατοῦντες [120

χαλεπῶς ὀργὰς μεταβάλλουσιν.

τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ΄ ἴσοισιν

κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις

ὀχυρῶς γ΄ εἴη καταγηράσκειν.

τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν

τοὔνομα νικᾷ͵ χρῆσθαί τε μακρῷ

λῷστα βροτοῖσιν· τὰ δ΄ ὑπερβάλλοντ΄

οὐδένα καιρὸν δύναται θνητοῖς·

μείζους δ΄ ἄτας͵ ὅταν ὀργισθῇ

δαίμων οἴκοις͵ ἀπέδωκεν. [130

 

ΧΟΡΟΣ

ἔκλυον φωνάν͵ ἔκλυον δὲ βοὰν

τᾶς δυστάνου Κολχίδος͵ οὐδέ πω

ἤπιος· ἀλλ΄ ὦ γηραιά͵

λέξον· ἐπ΄ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν

ἔκλυον· οὐδὲ συνήδομαι͵ ὦ γύναι͵ ἄλγεσιν

δώματος· ἐπεί μοι φίλον κέκρανται.

Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ΄ ἤδη.

τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων͵ [140

ἃ δ΄ ἐν θαλάμοις τάκει βιοτὰν

δέσποινα͵ φίλων οὐδενὸς οὐδὲν

παραθαλπομένα φρένα μύθοις.

 

Μη. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·

διά μου κεφαλᾶς φλὸξ οὐρανία

βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;

φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν

βιοτὰν στυγερὰν προλιποῦσα.

 

Χο.

ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· [στρ.

ἀχὰν οἵαν ἁ δύστανος [150

μέλπει νύμφα;

- τίς σοί ποτε τᾶς ἀπλάτου

κοίτας ἔρος͵ ὦ ματαία;

σπεύσει θανάτου τελευτά·

μηδὲν τόδε λίσσου.

- εἰ δὲ σὸς πόσις

καινὰ λέχη σεβίζει͵

κείνῳ τόδε· μὴ χαράσσου·

- Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν

τάκου δυρομένα σὸν εὐνάταν.

Μη. ὦ μεγάλα Θέμι καὶ πότνι΄ Ἄρτεμι [160

λεύσσεθ΄ ἃ πάσχω͵ μεγάλοις ὅρκοις

ἐνδησαμένα τὸν κατάρατον

πόσιν; ὅν ποτ΄ ἐγὼ νύμφαν τ΄ ἐσίδοιμ΄

αὐτοῖς μελάθροις διακναιομένους͵

οἷ΄ ἐμὲ πρόσθεν τολμῶσ΄ ἀδικεῖν.

ὦ πάτερ͵ ὦ πόλις͵ ὧν ἀπενάσθην

αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.

Τρ. κλύεθ΄ οἷα λέγει κἀπιβοᾶται

Θέμιν εὐκταίαν Ζῆνά θ΄͵ ὃς ὅρκων

θνητοῖς ταμίας νενόμισται; [170

οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ

δέσποινα χόλον καταπαύσει.

 

Χο.

πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν [ἀντ.

ἔλθοι μύθων τ΄ αὐδαθέντων

δέξαιτ΄ ὀμφάν;

- εἴ πως βαρύθυμον ὀργὰν

καὶ λῆμα φρενῶν μεθείη͵

μήτοι τό γ΄ ἐμὸν πρόθυμον

φίλοισιν ἀπέστω.

- ἀλλὰ βᾶσά νιν [180

δεῦρο πόρευσον οἴκων

ἔξω· φίλα καὶ τάδ΄ αὔδα.

- σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·

πένθος γὰρ μεγάλως τόδ΄ ὁρμᾶται.

Τρ. δράσω τάδ΄· ἀτὰρ φόβος εἰ πείσω

δέσποιναν ἐμήν·

μόχθου δὲ χάριν τήνδ΄ ἐπιδώσω.

καίτοι τοκάδος δέργμα λεαίνης

ἀποταυροῦται δμωσίν͵ ὅταν τις

μῦθον προφέρων πέλας ὁρμηθῇ.

σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς [190

τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις͵

οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις

ἐπί τ΄ εἰλαπίναις καὶ παρὰ δείπνοις

ηὕροντο βίου τερπνὰς ἀκοάς·

στυγίους δὲ βροτῶν οὐδεὶς λύπας

ηὕρετο μούσῃ καὶ πολυχόρδοις

ᾠδαῖς παύειν͵ ἐξ ὧν θάνατοι

δειναί τε τύχαι σφάλλουσι δόμους.

καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι

μολπαῖσι βροτούς· ἵνα δ΄ εὔδειπνοι [200

δαῖτες͵ τί μάτην τείνουσι βοήν;

τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ΄ αὑτοῦ

δαιτὸς πλήρωμα βροτοῖσιν.

 

Χο. ἰαχὰν ἄιον πολύστονον γόων͵

λιγυρὰ δ΄ ἄχεα μογερὰ βοᾷ

τὸν ἐν λέχει προδόταν κακόνυμφον·

θεοκλυτεῖ δ΄ ἄδικα παθοῦσα

τὰν Ζηνὸς ὁρκίαν Θέμιν͵

ἅ νιν ἔβασεν

Ἑλλάδ΄ ἐς ἀντίπορον [210

δι΄ ἅλα νύχιον ἐφ΄ ἁλμυρὰν

πόντου κλῇδ΄ ἀπέραντον.

 

ΜΗΔΕΙΑ

Κορίνθιαι γυναῖκες͵ ἐξῆλθον δόμων͵

μή μοί τι μέμφησθ΄· οἶδα γὰρ πολλοὺς βροτῶν

σεμνοὺς γεγῶτας͵ τοὺς μὲν ὀμμάτων ἄπο͵

τοὺς δ΄ ἐν θυραίοις· οἱ δ΄ ἀφ΄ ἡσύχου ποδὸς

δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.

δίκη γὰρ οὐκ ἔνεστ΄ ἐν ὀφθαλμοῖς βροτῶν͵

ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς [220

στυγεῖ δεδορκώς͵ οὐδὲν ἠδικημένος. . . .

χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . .

οὐδ΄ ἀστὸν ᾔνεσ΄ ὅστις αὐθάδης γεγὼς

πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.

ἐμοὶ δ΄ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε

ψυχὴν διέφθαρκ΄· οἴχομαι δὲ καὶ βίου

χάριν μεθεῖσα κατθανεῖν χρῄζω͵ φίλαι.

ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς͵

κάκιστος ἀνδρῶν ἐκβέβηχ΄ οὑμὸς πόσις.

πάντων δ΄ ὅσ΄ ἔστ΄ ἔμψυχα καὶ γνώμην ἔχει [230

γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·

ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ

πόσιν πρίασθαι͵ δεσπότην τε σώματος

λαβεῖν· κακοῦ γὰρ τοῦτ΄ ἔτ΄ ἄλγιον κακόν.

κἀν τῷδ΄ ἀγὼν μέγιστος͵ ἢ κακὸν λαβεῖν

ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ

γυναιξίν͵ οὐδ΄ οἷόν τ΄ ἀνήνασθαι πόσιν.

ἐς καινὰ δ΄ ἤθη καὶ νόμους ἀφιγμένην

δεῖ μάντιν εἶναι͵ μὴ μαθοῦσαν οἴκοθεν͵

ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. [240

κἂν μὲν τάδ΄ ἡμῖν ἐκπονουμέναισιν εὖ

πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν͵

ζηλωτὸς αἰών· εἰ δὲ μή͵ θανεῖν χρεών.

ἀνὴρ δ΄͵ ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών͵

ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·

[ἢ πρὸς φίλον τιν΄ ἢ πρὸς ἥλικα τραπείς·]

ἡμῖν δ΄ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.

λέγουσι δ΄ ἡμᾶς ὡς ἀκίνδυνον βίον

ζῶμεν κατ΄ οἴκους͵ οἳ δὲ μάρνανται δορί·

κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ΄ ἀσπίδα [250

στῆναι θέλοιμ΄ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.

ἀλλ΄ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ΄ ἥκει λόγος·

σοὶ μὲν πόλις θ΄ ἥδ΄ ἐστὶ καὶ πατρὸς δόμοι

βίου τ΄ ὄνησις καὶ φίλων συνουσία͵

ἐγὼ δ΄ ἔρημος ἄπολις οὖσ΄ ὑβρίζομαι

πρὸς ἀνδρός͵ ἐκ γῆς βαρβάρου λελῃσμένη͵

οὐ μητέρ΄͵ οὐκ ἀδελφόν͵ οὐχὶ συγγενῆ

μεθορμίσασθαι τῆσδ΄ ἔχουσα συμφορᾶς.

τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι͵

ἤν μοι πόρος τις μηχανή τ΄ ἐξευρεθῇ [260

πόσιν δίκην τῶνδ΄ ἀντιτείσασθαι κακῶν͵

[τὸν δόντα τ΄ αὐτῷ θυγατέρ΄ ἥ τ΄ ἐγήματο]

σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα

κακή τ΄ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·

ὅταν δ΄ ἐς εὐνὴν ἠδικημένη κυρῇ͵

οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.

Χο. δράσω τάδ΄· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν͵

Μήδεια. πενθεῖν δ΄ οὔ σε θαυμάζω τύχας.

ὁρῶ δὲ καὶ Κρέοντα͵ τῆσδ΄ ἄνακτα γῆς͵

στείχοντα͵ καινῶν ἄγγελον βουλευμάτων. [270

 

ΚΡΕΩΝ

σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην͵

Μήδειαν͵ εἶπον τῆσδε γῆς ἔξω περᾶν

φυγάδα͵ λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·

καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου

τοῦδ΄ εἰμί͵ κοὐκ ἄπειμι πρὸς δόμους πάλιν͵

πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.

Μη. αἰαῖ· πανώλης ἡ τάλαιν΄ ἀπόλλυμαι.

ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων͵

κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.

ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ΄ ὅμως· [280

τίνος μ΄ ἕκατι γῆς ἀποστέλλεις͵ Κρέον;

Κρ. δέδοικά σ΄-οὐδὲν δεῖ παραμπίσχειν λόγους-

μή μοί τι δράσῃς παῖδ΄ ἀνήκεστον κακόν.

συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·

σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις͵

λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.

κλύω δ΄ ἀπειλεῖν σ΄͵ ὡς ἀπαγγέλλουσί μοι͵

τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην

δράσειν τι. ταῦτ΄ οὖν πρὶν παθεῖν φυλάξομαι.

κρεῖσσον δέ μοι νῦν πρός σ΄ ἀπεχθέσθαι͵ γύναι͵ [290

ἢ μαλθακισθένθ΄ ὕστερον μέγα στένειν.

Μη. φεῦ φεῦ.

οὐ νῦν με πρῶτον͵ ἀλλὰ πολλάκις͵ Κρέον͵

ἔβλαψε δόξα μεγάλα τ΄ εἴργασται κακά.

χρὴ δ΄ οὔποθ΄ ὅστις ἀρτίφρων πέφυκ΄ ἀνὴρ

παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·

χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας

φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.

σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ

δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·

τῶν δ΄ αὖ δοκούντων εἰδέναι τι ποικίλον [300

κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.

ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.

σοφὴ γὰρ οὖσα͵ τοῖς μέν εἰμ΄ ἐπίφθονος͵

τοῖς δ΄ ἡσυχαία͵ τοῖς δὲ θατέρου τρόπου͵

τοῖς δ΄ αὖ προσάντης· εἰμὶ δ΄ οὐκ ἄγαν σοφή.

σὺ δ΄ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;

οὐχ ὧδ΄ ἔχει μοιμὴ τρέσῃς ἡμᾶς͵ Κρέον

ὥστ΄ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.

σὺ γὰρ τί μ΄ ἠδίκηκας; ἐξέδου κόρην

ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ΄ ἐμὸν πόσιν [310

μισῶ· σὺ δ΄͵ οἶμαι͵ σωφρονῶν ἔδρας τάδε.

καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·

νυμφεύετ΄͵ εὖ πράσσοιτε· τήνδε δὲ χθόνα

ἐᾶτέ μ΄ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι

σιγησόμεσθα͵ κρεισσόνων νικώμενοι.

Κρ. λέγεις ἀκοῦσαι μαλθάκ΄͵ ἀλλ΄ ἔσω φρενῶν

ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν͵

τόσῳ δέ γ΄ ἧσσον ἢ πάρος πέποιθά σοι·

γυνὴ γὰρ ὀξύθυμος͵ ὡς δ΄ αὔτως ἀνήρ͵

ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. [320

ἀλλ΄ ἔξιθ΄ ὡς τάχιστα͵ μὴ λόγους λέγε·

ὡς ταῦτ΄ ἄραρε͵ κοὐκ ἔχεις τέχνην ὅπως

μενεῖς παρ΄ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.

Μη. μή͵ πρός σε γονάτων τῆς τε νεογάμου κόρης.

Κρ. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.

Μη. ἀλλ΄ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;

Κρ. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.

Μη. ὦ πατρίς͵ ὥς σου κάρτα νῦν μνείαν ἔχω.

Κρ. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.

Μη. φεῦ φεῦ͵ βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. [330

Κρ. ὅπως ἄν͵ οἶμαι͵ καὶ παραστῶσιν τύχαι.

Μη. Ζεῦ͵ μὴ λάθοι σε τῶνδ΄ ὃς αἴτιος κακῶν.

Κρ. ἕρπ΄͵ ὦ ματαία͵ καί μ΄ ἀπάλλαξον πόνων.

Μη. πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.

Κρ. τάχ΄ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.

Μη. μὴ δῆτα τοῦτό γ΄͵ ἀλλά σ΄ αἰτοῦμαι͵ Κρέον . .

Κρ. ὄχλον παρέξεις͵ ὡς ἔοικας͵ ὦ γύναι.

Μη. φευξούμεθ΄· οὐ τοῦθ΄ ἱκέτευσα σοῦ τυχεῖν.

Κρ. τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;

Μη. μίαν με μεῖναι τήνδ΄ ἔασον ἡμέραν [340

καὶ ξυμπερᾶναι φροντίδ΄ ᾗ φευξούμεθα͵

παισίν τ΄ ἀφορμὴν τοῖς ἐμοῖς͵ ἐπεὶ πατὴρ

οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.

οἴκτιρε δ΄ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ

πέφυκας· εἰκὸς δ΄ ἐστὶν εὔνοιάν σ΄ ἔχειν.

τοὐμοῦ γὰρ οὔ μοι φροντίς͵ εἰ φευξούμεθα͵

κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.

Κρ. ἥκιστα τοὐμὸν λῆμ΄ ἔφυ τυραννικόν͵

αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·

καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων͵ γύναι͵ [350

ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι͵

εἴ σ΄ ἡ ΄πιοῦσα λαμπὰς ὄψεται θεοῦ

καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός͵

θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.

νῦν δ΄͵ εἰ μένειν δεῖ͵ μίμν΄ ἐφ΄ ἡμέραν μίαν·

οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ΄ ἔχει.

Χο. [δύστανε γύναι͵]

φεῦ φεῦ͵ μελέα τῶν σῶν ἀχέων.

ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;

ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν [360

ἐξευρήσεις;

ὡς εἰς ἄπορόν σε κλύδωνα θεός͵

Μήδεια͵ κακῶν ἐπόρευσε.

Μη. κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;

ἀλλ΄ οὔτι ταύτῃ ταῦτα͵ μὴ δοκεῖτέ πω.

ἔτ΄ εἴσ΄ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις

καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.

δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε͵

εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;

οὐδ΄ ἂν προσεῖπον οὐδ΄ ἂν ἡψάμην χεροῖν. [370

ὃ δ΄ ἐς τοσοῦτον μωρίας ἀφίκετο͵

ὥστ΄ ἐξὸν αὐτῷ τἄμ΄ ἑλεῖν βουλεύματα

γῆς ἐκβαλόντι͵ τήνδ΄ ἀφῆκεν ἡμέραν

μεῖναί μ΄͵ ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς

θήσω͵ πατέρα τε καὶ κόρην πόσιν τ΄ ἐμόν.

πολλὰς δ΄ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς͵

οὐκ οἶδ΄ ὁποίᾳ πρῶτον ἐγχειρῶ͵ φίλαι·

πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί͵

ἢ θηκτὸν ὤσω φάσγανον δι΄ ἥπατος͵

σιγῇ δόμους ἐσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος. [380

ἀλλ΄ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι

δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη͵

θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.

κράτιστα τὴν εὐθεῖαν͵ ᾗ πεφύκαμεν

σοφαὶ μάλιστα͵ φαρμάκοις αὐτοὺς ἑλεῖν.

εἶἑν·

καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;

τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους

ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;

οὐκ ἔστι. μείνασ΄ οὖν ἔτι σμικρὸν χρόνον͵

ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ͵ [390

δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·

ἢν δ΄ ἐξελαύνῃ ξυμφορά μ΄ ἀμήχανος͵

αὐτὴ ξίφος λαβοῦσα͵ κεἰ μέλλω θανεῖν͵

κτενῶ σφε͵ τόλμης δ΄ εἶμι πρὸς τὸ καρτερόν.

οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω

μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην͵

Ἑκάτην͵ μυχοῖς ναίουσαν ἑστίας ἐμῆς͵

χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.

πικροὺς δ΄ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους͵

πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. [400

ἀλλ΄ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι͵

Μήδεια͵ βουλεύουσα καὶ τεχνωμένη·

ἕρπ΄ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.

ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ΄ ὀφλεῖν

τοῖς Σισυφείοις τοῖς τ΄ Ἰάσονος γάμοις͵

γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ΄ ἄπο.

ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν

γυναῖκες͵ ἐς μὲν ἔσθλ΄ ἀμηχανώταται͵

κακῶν δὲ πάντων τέκτονες σοφώταται. [409

 

Χο. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί͵ [στρ.

καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.

ἀνδράσι μὲν δόλιαι βουλαί͵ θεῶν δ΄

οὐκέτι πίστις ἄραρε·

τὰν δ΄ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·

ἔρχεται τιμὰ γυναικείῳ γένει·

οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει. [420

 

μοῦσαι δὲ παλαιγενέων λήξουσ΄ ἀοιδῶν [ἀντ.

τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.

οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας

ὤπασε θέσπιν ἀοιδὰν

Φοῖβος͵ ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχησ΄ ἂν ὕμνον

ἀρσένων γέννᾳ. μακρὸς δ΄ αἰὼν ἔχει

πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. [430

 

σὺ δ΄ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας [στρ.

μαινομένᾳ κραδίᾳ͵ διδύμους ὁρίσασα πόντου

πέτρας· ἐπὶ δὲ ξένᾳ

ναίεις χθονί͵ τᾶς ἀνάνδρου

κοίτας ὀλέσασα λέκτρον͵

τάλαινα͵ φυγὰς δὲ χώρας

ἄτιμος ἐλαύνῃ.

 

βέβακε δ΄ ὅρκων χάρις͵ οὐδ΄ ἔτ΄ αἰδὼς [ἀντ.

Ἑλλάδι τᾷ μεγάλᾳ μένει͵ αἰθερία δ΄ ἀνέπτα. [440

σοὶ δ΄ οὔτε πατρὸς δόμοι͵

δύστανε͵ μεθορμίσασθαι

μόχθων πάρα͵ τῶν τε λέκτρων

ἄλλα βασίλεια κρείσσων

δόμοισιν ἐπέστα.

 

ΙΑΣΩΝ

οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις

τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.

σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν

κούφως φερούσῃ κρεισσόνων βουλεύματα͵

λόγων ματαίων οὕνεκ΄ ἐκπεσῇ χθονός. [450

κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ

λέγουσ΄ Ἰάσον΄ ὡς κάκιστός ἐστ΄ ἀνήρ·

ἃ δ΄ ἐς τυράννους ἐστί σοι λελεγμένα͵

πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.

κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων

ὀργὰς ἀφῄρουν καί σ΄ ἐβουλόμην μένειν·

σὺ δ΄ οὐκ ἀνίεις μωρίας͵ λέγουσ΄ ἀεὶ

κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.

ὅμως δὲ κἀκ τῶνδ΄ οὐκ ἀπειρηκὼς φίλοις

ἥκω͵ τὸ σὸν δὲ προσκοπούμενος͵ γύναι͵ [460

ὡς μήτ΄ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς

μήτ΄ ἐνδεής του· πόλλ΄ ἐφέλκεται φυγὴ

κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς͵

οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.

Μη. ὦ παγκάκιστε͵ τοῦτο γάρ σ΄ εἰπεῖν ἔχω͵

γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·

ἦλθες πρὸς ἡμᾶς͵ ἦλθες ἔχθιστος γεγώς;

[θεοῖς τε κἀμοὶ παντί τ΄ ἀνθρώπων γένει;]

οὔτοι θράσος τόδ΄ ἐστὶν οὐδ΄ εὐτολμία͵

φίλους κακῶς δράσαντ΄ ἐναντίον βλέπειν͵ [470

ἀλλ΄ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων

πασῶν͵ ἀναίδει΄· εὖ δ΄ ἐποίησας μολών·

ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι

ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.

ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.

ἔσῳσά σ΄͵ ὡς ἴσασιν Ἑλλήνων ὅσοι

ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος͵

πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην

ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·

δράκοντά θ΄͵ ὃς πάγχρυσον ἀμπέχων δέρας [480

σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν͵

κτείνασ΄ ἀνέσχον σοὶ φάος σωτήριον.

αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ΄ ἐμοὺς

τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην

σὺν σοί͵ πρόθυμος μᾶλλον ἢ σοφωτέρα·

Πελίαν τ΄ ἀπέκτειν΄͵ ὥσπερ ἄλγιστον θανεῖν͵

παίδων ὑπ΄ αὐτοῦ͵ πάντα τ΄ ἐξεῖλον δόμον.

καὶ ταῦθ΄ ὑφ΄ ἡμῶν͵ ὦ κάκιστ΄ ἀνδρῶν͵ παθὼν

προύδωκας ἡμᾶς͵ καινὰ δ΄ ἐκτήσω λέχη-

παίδων γεγώτων· εἰ γὰρ ἦσθ΄ ἄπαις ἔτι͵ [490

συγγνώστ΄ ἂν ἦν σοι τοῦδ΄ ἐρασθῆναι λέχους.

ὅρκων δὲ φρούδη πίστις͵ οὐδ΄ ἔχω μαθεῖν

ἦ θεοὺς νομίζεις τοὺς τότ΄ οὐκ ἄρχειν ἔτι͵

ἢ καινὰ κεῖσθαι θέσμι΄ ἀνθρώποις τὰ νῦν͵

ἐπεὶ σύνοισθά γ΄ εἰς ἔμ΄ οὐκ εὔορκος ὤν.

φεῦ δεξιὰ χείρ͵ ἧς σὺ πόλλ΄ ἐλαμβάνου͵

καὶ τῶνδε γονάτων͵ ὡς μάτην κεχρῴσμεθα

κακοῦ πρὸς ἀνδρός͵ ἐλπίδων δ΄ ἡμάρτομεν.

ἄγ΄· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι

-δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; [500

ὅμως δ΄· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ-

νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους͵

οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;

ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ΄ ἂν οὖν

δέξαιντό μ΄ οἴκοις ὧν πατέρα κατέκτανον.

ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις

ἐχθρὰ καθέστηχ΄͵ οὓς δέ μ΄ οὐκ ἐχρῆν κακῶς

δρᾶν͵ σοὶ χάριν φέρουσα πολεμίους ἔχω.

τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων

ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε [510

ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν΄ ἐγώ͵

εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη͵

φίλων ἔρημος͵ σὺν τέκνοις μόνη μόνοις-

καλόν γ΄ ὄνειδος τῷ νεωστὶ νυμφίῳ͵

πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ΄ ἔσῳσά σε.

ὦ Ζεῦ͵ τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ

τεκμήρι΄ ἀνθρώποισιν ὤπασας σαφῆ͵

ἀνδρῶν δ΄ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι͵

οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;

Χο. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει͵ [520

ὅταν φίλοι φίλοισι συμβάλωσ΄ ἔριν.

Ια. δεῖ μ΄͵ ὡς ἔοικε͵ μὴ κακὸν φῦναι λέγειν͵

ἀλλ΄ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον

ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν

τὴν σὴν στόμαργον͵ ὦ γύναι͵ γλωσσαλγίαν.

ἐγὼ δ΄͵ ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν͵

Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας

σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.

σοὶ δ΄ ἔστι μὲν νοῦς λεπτός-ἀλλ΄ ἐπίφθονος

λόγος διελθεῖν͵ ὡς Ἔρως σ΄ ἠνάγκασε [530

τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.

ἀλλ΄ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·

ὅπῃ γὰρ οὖν ὤνησας͵ οὐ κακῶς ἔχει.

μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας

εἴληφας ἢ δέδωκας͵ ὡς ἐγὼ φράσω.

πρῶτον μὲν Ἑλλάδ΄ ἀντὶ βαρβάρου χθονὸς

γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι

νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·

πάντες δέ σ΄ ᾔσθοντ΄ οὖσαν Ἕλληνες σοφὴν

καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ΄ ἐσχάτοις [540

ὅροισιν ᾤκεις͵ οὐκ ἂν ἦν λόγος σέθεν.

εἴη δ΄ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις

μήτ΄ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος͵

εἰ μὴ ΄πίσημος ἡ τύχη γένοιτό μοι.

τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι

ἔλεξ΄· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

ἃ δ΄ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας͵

ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς͵

ἔπειτα σώφρων͵ εἶτα σοὶ μέγας φίλος

καὶ παισὶ τοῖς ἐμοῖσιν-ἀλλ΄ ἔχ΄ ἥσυχος. [550

ἐπεὶ μετέστην δεῦρ΄ Ἰωλκίας χθονὸς

πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους͵

τί τοῦδ΄ ἂν εὕρημ΄ ηὗρον εὐτυχέστερον

ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;

οὐχ͵ ᾗ σὺ κνίζῃ͵ σὸν μὲν ἐχθαίρων λέχος͵

καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος͵

οὐδ΄ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·

ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·

ἀλλ΄ ὡς͵ τὸ μὲν μέγιστον͵ οἰκοῖμεν καλῶς

καὶ μὴ σπανιζοίμεσθα͵ γιγνώσκων ὅτι [560

πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος͵

παῖδας δὲ θρέψαιμ΄ ἀξίως δόμων ἐμῶν

σπείρας τ΄ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις

ἐς ταὐτὸ θείην͵ καὶ ξυναρτήσας γένος

εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;

ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις

τὰ ζῶντ΄ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;

οὐδ΄ ἂν σὺ φαίης͵ εἴ σε μὴ κνίζοι λέχος.

ἀλλ΄ ἐς τοσοῦτον ἥκεθ΄ ὥστ΄ ὀρθουμένης

εὐνῆς γυναῖκες πάντ΄ ἔχειν νομίζετε͵ [570

ἢν δ΄ αὖ γένηται ξυμφορά τις ἐς λέχος͵

τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα

τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς

παῖδας τεκνοῦσθαι͵ θῆλυ δ΄ οὐκ εἶναι γένος·

χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.

Χο. Ἰᾶσον͵ εὖ μὲν τούσδ΄ ἐκόσμησας λόγους·

ὅμως δ΄ ἔμοιγε͵ κεἰ παρὰ γνώμην ἐρῶ͵

δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.

Μη. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.

ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν [580

πέφυκε͵ πλείστην ζημίαν ὀφλισκάνει·

γλώσσῃ γὰρ αὐχῶν τἄδικ΄ εὖ περιστελεῖν͵

τολμᾷ πανουργεῖν· ἔστι δ΄ οὐκ ἄγαν σοφός.

ὡς καὶ σὺ μή νυν εἰς ἔμ΄ εὐσχήμων γένῃ

λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ΄ ἔπος·

χρῆν σ΄͵ εἴπερ ἦσθα μὴ κακός͵ πείσαντά με

γαμεῖν γάμον τόνδ΄͵ ἀλλὰ μὴ σιγῇ φίλων.

Ια. καλῶς γ΄ ἄν͵ οἶμαι͵ τῷδ΄ ὑπηρέτεις λόγῳ͵

εἴ σοι γάμον κατεῖπον͵ ἥτις οὐδὲ νῦν

τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. [590

Μη. οὐ τοῦτό σ΄ εἶχεν͵ ἀλλὰ βάρβαρον λέχος

πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.

Ια. εὖ νῦν τόδ΄ ἴσθι͵ μὴ γυναικὸς οὕνεκα

γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω͵

ἀλλ΄͵ ὥσπερ εἶπον καὶ πάρος͵ σῷσαι θέλων

σέ͵ καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους

φῦσαι τυράννους παῖδας͵ ἔρυμα δώμασι.

Μη. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος

μηδ΄ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.

Ια. οἶσθ΄ ὡς μέτευξαι͵ καὶ σοφωτέρα φανῇ; [600

τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ͵

μηδ΄ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.

Μη. ὕβριζ΄͵ ἐπειδὴ σοὶ μὲν ἔστ΄ ἀποστροφή͵

ἐγὼ δ΄ ἔρημος τήνδε φευξοῦμαι χθόνα.

Ια. αὐτὴ τάδ΄ εἵλου· μηδέν΄ ἄλλον αἰτιῶ.

Μη. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;

Ια. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.

Μη. καὶ σοῖς ἀραία γ΄ οὖσα τυγχάνω δόμοις.

Ια. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.

ἀλλ΄͵ εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ [610

προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν͵

λέγ΄· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ

ξένοις τε πέμπειν σύμβολ΄͵ οἳ δράσουσί σ΄ εὖ.

καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς͵ γύναι·

λήξασα δ΄ ὀργῆς κερδανεῖς ἀμείνονα.

Μη. οὔτ΄ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ΄ ἄν͵

οὔτ΄ ἄν τι δεξαίμεσθα͵ μηδ΄ ἡμῖν δίδου·

κακοῦ γὰρ ἀνδρὸς δῶρ΄ ὄνησιν οὐκ ἔχει.

Ια. ἀλλ΄ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι͵

ὡς πάνθ΄ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· [620

σοὶ δ΄ οὐκ ἀρέσκει τἀγάθ΄͵ ἀλλ΄ αὐθαδίᾳ

φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.

Μη. χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης

αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.

νύμφευ΄· ἴσως γάρ-σὺν θεῷ δ΄ εἰρήσεται-

γαμεῖς τοιοῦτον ὥστε σ΄ ἀρνεῖσθαι γάμον.

 

Χο. ἔρωτες ὑπὲρ μὲν ἄγαν [στρ.

ἐλθόντες οὐκ εὐδοξίαν

οὐδ΄ ἀρετὰν παρέδωκαν

ἀνδράσιν· εἰ δ΄ ἅλις ἔλθοι [630

Κύπρις͵ οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.

μήποτ΄͵ ὦ δέσποιν΄͵ ἐπ΄ ἐμοὶ χρυσέων τόξων ἐφείης

ἱμέρῳ χρίσασ΄ ἄφυκτον οἰστόν.

 

στέργοι δέ με σωφροσύνα͵ [ἀντ.

δώρημα κάλλιστον θεῶν·

μηδέ ποτ΄ ἀμφιλόγους ὀρ

γὰς ἀκόρεστά τε νείκη

θυμὸν ἐκπλήξασ΄ ἑτέροις ἐπὶ λέκτροις

προσβάλοι δεινὰ Κύπρις͵ [640

ἀπτολέμους δ΄ εὐνὰς σεβίζουσ΄

ὀξύφρων κρίνοι λέχη γυναικῶν.

 

ὦ πατρίς͵ ὦ δώματα͵ μὴ [στρ.

δῆτ΄ ἄπολις γενοίμαν

τὸν ἀμηχανίας ἔχουσα

δυσπέρατον αἰῶν΄͵

οἰκτροτάτων ἀχέων.

θανάτῳ θανάτῳ πάρος δαμείην

ἁμέραν τάνδ΄ ἐξανύσασα· μό

χθων δ΄ οὐκ ἄλλος ὕπερθεν ἢ [650

γᾶς πατρίας στέρεσθαι.

 

εἴδομεν͵ οὐκ ἐξ ἑτέρων [ἀντ.

μῦθον ἔχω φράσασθαι·

σὲ γὰρ οὐ πόλις͵ οὐ φίλων τις

ᾤκτισεν παθοῦσαν

δεινότατον παθέων.

ἀχάριστος ὄλοιθ΄͵ ὅτῳ πάρεστιν

μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- [660

ξαντα κλῇδα φρενῶν· ἐμοὶ

μὲν φίλος οὔποτ΄ ἔσται.

 

ΑΙ