Pindarus
Olympia I, Nemea I


Pindarus

E-Text by The Little Sailing

HTML by Aerius (ae-lib.org.ua), 2003

For watching Ancient Greek texts you need Palatino Linotype font

Palatino Linotype


Olympia I

Nemea I

 


 

Olympia I

(Olympia, ed. H. Maehler (post B. Snell), Pindari carmina cum fragmentis, pt. 1, 5th edn. Leipzig: Teubner, 1971: 2-6, 8-15, 17-34, 36-40, 42-56, 58.)

Α Ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ

ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου

εἰ δ' ἄεθλα γαρύεν

ἔλδεαι, φίλον ἦτορ,

5] μηκέτ' ἀελίου σκόπει

ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεν-

     νὸν ἄστρον ἐρήμας δι' αἰθέρος,

μηδ' Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν

ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται

σοφῶν μητίεσσι, κελαδεῖν

10] Κρόνου παῖδ' ἐς ἀφνεὰν ἱκομένους

μάκαιραν Ἱέρωνος ἑστίαν,

θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμήλῳ

Σικελίᾳ δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,

ἀγλαΐζεται δὲ καί

15] μουσικᾶς ἐν ἀώτῳ,

οἷα παίζομεν φίλαν

ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δω-

     ρίαν ἀπὸ φόρμιγγα πασσάλου

λάμβαν', εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις

νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,

20] ὅτε παρ' Ἀλφεῷ σύτο δέμας

ἀκέντητον ἐν δρόμοισι παρέχων,

κράτει δὲ προσέμειξε δεσπόταν,

Συρακόσιον ἱπποχάρ-

     μαν βασιλῆα λάμπει δέ οἱ κλέος

ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ

25] τοῦ μεγασθενὴς ἐράσσατο Γαιάοχος

Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβη-

τος ἔξελε Κλωθώ,

ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.

ἦ θαύματα πολλά, καί πού τι καὶ βροτῶν

28b} φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον

δεδαιδαλμένοι ψεύδεσι ποικίλοις

     ἐξαπατῶντι μῦθοι.

Β Χάρις δ', ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,

31] ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστόν

ἔμμεναι τὸ πολλάκις

ἁμέραι δ' ἐπίλοιποι

μάρτυρες σοφώτατοι.

35] ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαι-

     μόνων καλά μείων γὰρ αἰτία.

υἱὲ Ταντάλου, σὲ δ' ἀντία προτέρων φθέγξομαι,

ὁπότ' ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον

ἐς ἔρανον φίλαν τε Σίπυλον,

ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,

40] τότ' Ἀγλαοτρίαιναν ἁρπάσαι,

δαμέντα φρένας ἱμέρῳ, χρυσέαισί τ' ἀν' ἵπποις

ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι

ἔνθα δευτέρῳ χρόνῳ

ἦλθε καὶ Γανυμήδης

45] Ζηνὶ τωὔτ' ἐπὶ χρέος.

ὡς δ' ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολ-

     λὰ μαιόμενοι φῶτες ἄγαγον,

ἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων,

ὕδατος ὅτι τε πυρὶ ζέοισαν εἰς ἀκμάν

μαχαίρᾳ τάμον κατὰ μέλη,

50] τραπέζαισί τ' ἀμφὶ δεύτατα κρεῶν

σέθεν διεδάσαντο καὶ φάγον.

ἐμοὶ δ' ἄπορα γαστρίμαρ-

     γον μακάρων τιν' εἰπεῖν ἀφίσταμαι

ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.

εἰ δὲ δή τιν' ἄνδρα θνατὸν Ὀλύμπου σκοποί

55] ἐτίμασαν, ἦν Τάνταλος οὗτος ἀλ-

     λὰ γὰρ καταπέψαι

μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ' ἕλεν

ἄταν ὑπέροπλον, ἅν τοι πατὴρ ὕπερ

57b} κρέμασε καρτερὸν αὐτῷ λίθον,

τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν

     εὐφροσύνας ἀλᾶται.

Γ ἔχει δ' ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον

60] μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτους ὅτι κλέψαις

ἁλίκεσσι συμπόταις

νέκταρ ἀμβροσίαν τε

δῶκεν, οἷσιν ἄφθιτον

θέν νιν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί

     <τι> λαθέμεν ἔρδων, ἁμαρτάνει.

65] τοὔνεκα οἱ προῆκαν υἱὸν ἀθάνατοί <οἱ> πάλιν

μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.

πρὸς εὐάνθεμον δ' ὅτε φυάν

λάχναι νιν μέλαν γένειον ἔρεφον,

ἑτοῖμον ἀνεφρόντισεν γάμον

70] Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν

σχεθέμεν. ἐγγὺς δ' ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ

ἄπυεν βαρύκτυπον

Εὐτρίαιναν ὁ δ' αὐτῷ

πὰρ ποδὶ σχεδὸν φάνη.

75] τῷ μὲν εἶπε Φίλια δῶρα Κυπρίας

     ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν

τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,

ἐμὲ δ' ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων

ἐς Ἆλιν, κράτει δὲ πέλασον.

ἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαις

80] μναστῆρας ἀναβάλλεται γάμον

θυγατρός. ὁ μέγας δὲ κίν-

     δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.

θανεῖν δ' οἷσιν ἀνάγκα, τά κέ τις ἀνώνυμον

γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,

ἁπάντων καλῶν ἄμμορος; ἀλλ' ἐμοὶ

     μὲν οὗτος ἄεθλος

85] ὑποκείσεται τὺ δὲ πρᾶξιν φίλαν δίδοι.

ὣς ἔννεπεν οὐδ' ἀκράντοις ἐφάψατο

86b} ἔπεσι. τὸν μὲν ἀγάλλων θεός

ἔδωκεν δίφρον τε χρύσεον πτεροῖ-

     σίν τ' ἀκάμαντας ἵππους.

Δ ἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον

ἔτεκε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.

90] νῦν δ' ἐν αἱμακουρίαις

ἀγλααῖσι μέμικται,

Ἀλφεοῦ πόρῳ κλιθείς,

τύμβον ἀμφίπολον ἔχων πολυξενω-

     τάτῳ παρὰ βωμῷ τὸ δὲ κλέος

τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις

95] Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται

ἀκμαί τ' ἰσχύος θρασύπονοι

ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον

ἔχει μελιτόεσσαν εὐδίαν

ἀέθλων γ' ἕνεκεν τὸ δ' αἰεὶ παράμερον ἐσλόν

100] ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι

κεῖνον ἱππίῳ νόμῳ

Αἰοληΐδι μολπᾷ

χρή πέποιθα δὲ ξένον

μή τιν' ἀμφότερα καλῶν τε ἴδριν ἅ-

     μα καὶ δύναμιν κυριώτερον

105] τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.

θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται

ἔχων τοῦτο κᾶδος, Ἱέρων,

μερίμναισιν εἰ δὲ μὴ ταχὺ λίποι,

ἔτι γλυκυτέραν κεν ἔλπομαι

110] σὺν ἅρματι θοῷ κλεΐ-

ξειν ἐπίκουρον εὑρὼν ὁδὸν λόγων

παρ' εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν

Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει

ἄλλοισι δ' ἄλλοι μεγάλοι τὸ δ' ἔ-

     σχατον κορυφοῦται

βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.

115] εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν,

115b} ἐμέ τε τοσσάδε νικαφόροις

ὁμιλεῖν πρόφαντον σοφίᾳ καθ' Ἕλ-

     λανας ἐόντα παντᾷ.

 

 

Nemea I

(Nemea, ed. H. Maehler (post B. Snell), Pindari carmina cum fragmentis, pt. 1, 5th edn. Leipzig: Teubner, 1971: 122-139, 141-143, 145-162.)

Α Ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,

κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,

δέμνιον Ἀρτέμιδος,

Δάλου κασιγνήτα, σέθεν ἁδυεπής

5] ὕμνος ὁρμᾶται θέμεν

αἶνον ἀελλοπόδων

     μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν

ἅρμα δ' ὀτρύνει Χρομίου Νεμέα

     τ' ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.

ἀρχαὶ δὲ βέβληνται θεῶν

κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.

10] ἔστι δ' ἐν εὐτυχίᾳ

πανδοξίας ἄκρον μεγάλων δ' ἀέθλων

Μοῖσα μεμνᾶσθαι φιλεῖ.

σπεῖρέ νυν ἀγλαΐαν

     τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας

Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευ-

     σέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονός

15] Σικελίαν πίειραν ὀρθώ-

     σειν κορυφαῖς πολίων ἀφνεαῖς

ὤπασε δὲ Κρονίων πολέμου

     μναστῆρά οἱ χαλκεντέος

λαὸν ἵππαιχμον, θαμὰ δὴ καὶ Ὀλυμ-

     πιάδων φύλλοις ἐλαιᾶν χρυσέοις

μιχθέντα. πολλῶν ἐπέβαν

     καιρὸν οὐ ψεύδει βαλών

Β ἔσταν δ' ἐπ' αὐλείαις θύραις

20] ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,

ἔνθα μοι ἁρμόδιον

δεῖπνον κεκόσμηται, θαμὰ δ' ἀλλοδαπῶν

οὐκ ἀπείρατοι δόμοι

ἐντί λέλογχε δὲ μεμ-

     φομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν

25] ἀντίον. τέχναι δ' ἑτέρων ἕτεραι

     χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.

πράσσει γὰρ ἔργῳ μὲν σθένος,

βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν

συγγενὲς οἷς ἕπεται.

Ἁγησιδάμου παῖ, σέο δ' ἀμφὶ τρόπῳ

30] τῶν τε καὶ τῶν χρήσιες.

οὐκ ἔραμαι πολὺν ἐν

     μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,

ἀλλ' ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦ-

     σαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες

πολυπόνων ἀνδρῶν. ἐγὼ δ' Ἡ-

     ρακλέος ἀντέχομαι προφρόνως

ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις,

     ἀρχαῖον ὀτρύνων λόγον,

35] ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐ-

     τίκα θαητὰν ἐς αἴγλαν παῖς Διός

ὠδῖνα φεύγων διδύμῳ

     σὺν κασιγνήτῳ μόλεν,

Γ ὡς τ' οὐ λαθὼν χρυσόθρονον

Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα

ἀλλὰ θεῶν βασιλέα

40] σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.

τοὶ μὲν οἰχθεισᾶν πυλᾶν

ἐς θαλάμου μυχὸν εὐ-

     ρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους

ἀμφελίξασθαι μεμαῶτες ὁ δ' ὀρ-

     θὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,

δισσαῖσι δοιοὺς αὐχένων

45] μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας.

ἀγχομένοις δὲ χρόνος

ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.

ἐκ δ' ἄρ' ἄτλατον δέος

πλᾶξε γυναῖκας, ὅσαι

     τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει

50] καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρού-

     σαισ' ἀπὸ στρωμνᾶς ὅμως ἄμυνεν ὕβριν κνωδάλων.

ταχὺ δὲ Καδμείων ἀγοὶ χαλ-

     κέοις σὺν ὅπλοις ἔδραμον ἀθρόοι,

ἐν χερὶ δ' Ἀμφιτρύων κολεοῦ

     γυμνὸν τινάσσων <φάσγανον>

ἵκετ', ὀξείαις ἀνίαισι τυπείς.

     τὸ γὰρ οἰκεῖον πιέζει πάνθ' ὁμῶς

εὐθὺς δ' ἀπήμων κραδία

     κᾶδος ἀμφ' ἀλλότριον.

Δ ἔστα δὲ θάμβει δυσφόρῳ

56] τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον

λῆμά τε καὶ δύναμιν

υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι

ἀγγέλων ῥῆσιν θέσαν.

60] γείτονα δ' ἐκκάλεσεν

     Διὸς ὑψίστου προφάταν ἔξοχον,

ὀρθόμαντιν Τειρεσίαν ὁ δέ οἱ

     φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,

ὅσσους μὲν ἐν χέρσῳ κτανών,

ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας

καί τινα σὺν πλαγίῳ

65] ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον

φᾶ ἑ δᾳώσειν μόρον.

καὶ γὰρ ὅταν θεοὶ ἐν

     πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν

ἀντιάζωσιν, βελέων ὑπὸ ῥι-

     παῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν

ἔνεπεν αὐτὸν μὰν ἐν εἰρή-

     νᾳ τὸν ἅπαντα χρόνον <ἐν> σχερῷ

70] ἡσυχίαν καμάτων μεγάλων

     ποινὰν λαχόντ' ἐξαίρετον

ὀλβίοις ἐν δώμασι, δεξάμενον

     θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον

δαίσαντα πὰρ Δὶ Κρονίδᾳ,

     σεμνὸν αἰνήσειν νόμον.


Aerius, 2003